18
1 Μετὰ ταῦτα εἶδον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην, καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ.
2 καὶ ἔκραξεν ἐν ἰσχυρᾷ φωνῇ λέγωνἜπεσεν, ἔπεσεν Βαβυλὼν ἡ μεγάλη,καὶ ἐγένετο κατοικητήριον δαιμονίωνκαὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτουκαὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου καὶ μεμισημένου,
3 ὅτι ἐκ [τοῦ οἴνου] τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πέπτωκαν πάντα τὰ ἔθνη,καὶ οἱ βασιλεῖς τῆς γῆς μετ' αὐτῆς ἐπόρνευσαν,καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν.
4 Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσανἘξέλθατε, ὁ λαός μου, ἐξ αὐτῆς,ἵνα μὴ συνκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς,καὶ ἐκ τῶν πληγῶν αὐτῆς ἵνα μὴ λάβητε·
5 ὅτι ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ,καὶ ἐμνημόνευσεν ὁ θεὸς τὰ ἀδικήματα αὐτῆς.
6 ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκεν,καὶ διπλώσατε [τὰ] διπλᾶ κατὰ τὰ ἔργα αὐτῆς·ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασεν κεράσατε αὐτῇ διπλοῦν·
7 ὅσα ἐδόξασεν αὑτὴν καὶ ἐστρηνίασεν,τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος.ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει ὅτιΚάθημαι βασίλισσα,καὶ χήρα οὐκ εἰμί,καὶ πένθος οὐ μὴ ἴδω·
8 διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς,θάνατος καὶ πένθος καὶ λιμός,καὶ ἐν πυρὶ κατακαυθήσεται·ὅτι ἰσχυρὸς [Κύριος] ὁ θεὸς ὁ κρίνας αὐτήν.
9 καὶ κλαύσουσιν καὶ κόψονται ἐπ' αὐτὴν οἱ βασιλεῖς τῆς γῆς οἱ μετ' αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσιν τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς,
10 ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, λέγοντεςΟὐαί οὐαί, ἡ πόλις ἡ μεγάλη,Βαβυλὼν ἡ πόλις ἡ ἰσχυρά,ὅτι μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου.
11 καὶ οἱ ἔμποροι τῆς γῆς κλαίουσιν καὶ πενθοῦσιν ἐπ' αὐτήν, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι,
12 γόμον χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου καὶ μαργαριτῶν καὶ βυσσίνου καὶ πορφύρας καὶ σιρικοῦ καὶ κοκκίνου, καὶ πᾶν ξύλον θύινον καὶ πᾶν σκεῦος ἐλεφάντινον καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου,
13 καὶ κιννάμωμον καὶ ἄμωμον καὶ θυμιάματα καὶ μύρον καὶ λίβανον καὶ οἶνον καὶ ἔλαιον καὶ σεμίδαλιν καὶ σῖτον καὶ κτήνη καὶ πρόβατα, καὶ ἵππων καὶ ῥεδῶν καὶ σωμάτων, καὶ ψυχὰς ἀνθρώπων.
14 καὶ ἡ ὀπώρα σου τῆς ἐπιθυμίας τῆς ψυχῆςἀπῆλθεν ἀπὸ σοῦ,καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰἀπώλετο ἀπὸ σοῦ,καὶ οὐκέτι οὐ μὴ αὐτὰ εὑρήσουσιν.
15 οἱ ἔμποροι τούτων, οἱ πλουτήσαντες ἀπ' αὐτῆς, ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς κλαίοντες καὶ πενθοῦντες,
16 λέγοντεςΟὐαί οὐαί, ἡ πόλις ἡ μεγάλη,ἡ περιβεβλημένη βύσσινονκαὶ πορφυροῦν καὶ κόκκινον,καὶ κεχρυσωμένη [ἐν] χρυσίῳκαὶ λίθῳ τιμίῳ καὶ μαργαρίτῃ,
17 ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος.καὶ πᾶς κυβερνήτης καὶ πᾶς ὁ ἐπὶ τόπον πλέων, καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται, ἀπὸ μακρόθεν ἔστησαν
18 καὶ ἔκραξαν βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς λέγοντες Τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ;
19 καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ ἔκραξαν κλαίοντες καὶ πενθοῦντες, λέγοντεςΟὐαί οὐαί, ἡ πόλις ἡ μεγάλη,ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες τὰ πλοῖαἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς,ὅτι μιᾷ ὥρᾳ ἠρημώθη.
20 Εὐφραίνου ἐπ' αὐτῇ, οὐρανέ,καὶ οἱ ἅγιοι καὶ οἱ ἀπόστολοι καὶ οἱ προφῆται,ὅτι ἔκρινεν ὁ θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς.
21 Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς μύλινον μέγαν, καὶ ἔβαλεν εἰς τὴν θάλασσαν λέγωνΟὕτως ὁρμήματι βληθήσεταιΒαβυλὼν ἡ μεγάλη πόλις,καὶ οὐ μὴ εὑρεθῇ ἔτι.
22 καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶνκαὶ αὐλητῶν καὶ σαλπιστῶνοὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι,καὶ πᾶς τεχνίτης [πάσης τέχνης]οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι,καὶ φωνὴ μύλουοὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι,
23 καὶ φῶς λύχνουοὐ μὴ φάνῃ ἐν σοὶ ἔτι,καὶ φωνὴ νυμφίου καὶ νύμφηςοὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι·ὅτι [οἱ] ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς,ὅτι ἐν τῇ φαρμακίᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη,
24 καὶ ἐν αὐτῇ αἷμα προφητῶν καὶ ἁγίων εὑρέθηκαὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.