107
Ὠιδὴ ψαλμοῦ τῷ Δαυιδ. Ἑτοίμη ἡ καρδία μου, ὁ θεός, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου. ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα: ἐξεγερθήσομαι ὄρθρου. ἐξομολογήσομαί σοι ἐν λαοῖς, κύριε, καὶ ψαλῶ σοι ἐν ἔθνεσιν, ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου. ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου. ὁ θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ Ὑψωθήσομαι καὶ διαμεριῶ Σικιμα καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω: ἐμός ἐστιν Γαλααδ, καὶ ἐμός ἐστιν Μανασση, καὶ Εφραιμ ἀντίλημψις τῆς κεφαλῆς μου, Ιουδας βασιλεύς μου: 10 Μωαβ λέβης τῆς ἐλπίδος μου, ἐπὶ τὴν Ιδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν. 11 τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; τίς ὁδηγήσει με ἕως τῆς Ιδουμαίας; 12 οὐχὶ σύ, ὁ θεός, ὁ ἀπωσάμενος ἡμᾶς; καὶ οὐκ ἐξελεύσῃ, ὁ θεός, ἐν ταῖς δυνάμεσιν ἡμῶν. 13 δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως: καὶ ματαία σωτηρία ἀνθρώπου. 14 ἐν τῷ θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχθροὺς ἡμῶν.