4
1 Καὶ ἦν ὁ βασιλεὺς Σαλωμων βασιλεύων ἐπὶ Ισραηλ.
2 καὶ οὗτοι οἱ ἄρχοντες, οἳ ἦσαν αὐτοῦ: Αζαριου υἱὸς Σαδωκ
3 καὶ Ελιαρεφ καὶ Αχια υἱὸς Σαβα γραμματεῖς καὶ Ιωσαφατ υἱὸς Αχιλιδ ὑπομιμνῄσκων
4 καὶ Σαδουχ καὶ Αβιαθαρ ἱερεῖς
5 καὶ Ορνια υἱὸς Ναθαν ἐπὶ τῶν καθεσταμένων καὶ Ζαβουθ υἱὸς Ναθαν ἑταῖρος τοῦ βασιλέως
6 καὶ Αχιηλ οἰκονόμος καὶ Ελιαβ υἱὸς Σαφ ἐπὶ τῆς πατριᾶς καὶ Αδωνιραμ υἱὸς Εφρα ἐπὶ τῶν φόρων.
7 Καὶ τῷ Σαλωμων δώδεκα καθεσταμένοι ἐπὶ πάντα Ισραηλ χορηγεῖν τῷ βασιλεῖ καὶ τῷ οἴκῳ αὐτοῦ: μῆνα ἐν τῷ ἐνιαυτῷ ἐγίνετο ἐπὶ τὸν ἕνα χορηγεῖν.
8 καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν: Βενωρ ἐν ὄρει Εφραιμ, εἷς:
9 υἱὸς Ρηχαβ ἐν Μαχεμας καὶ Βηθαλαμιν καὶ Βαιθσαμυς καὶ Αιλων ἕως Βαιθαναν, εἷς:
10 υἱὸς Εσωθ Βηρβηθνεμα, Λουσαμηνχα καὶ Ρησφαρα:
11 Χιναναδαβ καὶ Αναφαθι, ἀνὴρ Ταβληθ, θυγάτηρ Σαλωμων ἦν αὐτῷ εἰς γυναῖκα, εἷς:
12 Βακχα υἱὸς Αχιλιδ Θααναχ καὶ Μεκεδω καὶ πᾶς ὁ οἶκος Σαν ὁ παρὰ Σεσαθαν ὑποκάτω τοῦ Εσραε καὶ ἐκ Βαισαφουδ Εβελμαωλα ἕως Μαεβερ Λουκαμ, εἷς:
13 υἱὸς Γαβερ ἐν Ρεμαθ Γαλααδ, τούτῳ σχοίνισμα Ερεγαβα, ἣ ἐν τῇ Βασαν, ἑξήκοντα πόλεις μεγάλαι τειχήρεις καὶ μοχλοὶ χαλκοῖ, εἷς:
14 Αχιναδαβ υἱὸς Αχελ Μααναιν, εἷς:
15 Αχιμαας ἐν Νεφθαλι, καὶ οὗτος ἔλαβεν τὴν Βασεμμαθ θυγατέρα Σαλωμων εἰς γυναῖκα, εἷς:
16 Βαανα υἱὸς Χουσι ἐν τῇ Μααλαθ, εἷς:
17 Σαμαα υἱὸς Ηλα ἐν τῷ Βενιαμιν:
18 Γαβερ υἱὸς Αδαι ἐν τῇ γῇ Γαδ, γῇ Σηων βασιλέως τοῦ Εσεβων καὶ Ωγ βασιλέως τοῦ Βασαν: καὶ νασιφ εἷς ἐν γῇ Ιουδα:
19 Ιωσαφατ υἱὸς Φουασουδ ἐν Ισσαχαρ.