36
1 Προσθεὶς δὲ Ελιους ἔτι λέγει
2 Μεῖνόν με μικρὸν ἔτι, ἵνα διδάξω σε: ἔτι γὰρ ἐν ἐμοί ἐστιν λέξις.
3 ἀναλαβὼν τὴν ἐπιστήμην μου μακρὰν ἔργοις δέ μου δίκαια ἐρῶ
4 ἐπ' ἀληθείας καὶ οὐκ ἄδικα ῥήματα: ἀδίκως συνίεις.
5 γίγνωσκε δὲ ὅτι ὁ κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον. δυνατὸς ἰσχύι καρδίας
6 ἀσεβῆ οὐ μὴ ζωοποιήσει καὶ κρίμα πτωχῶν δώσει.
7 οὐκ ἀφελεῖ ἀπὸ δικαίου ὀφθαλμοὺς αὐτοῦ: καὶ μετὰ βασιλέων εἰς θρόνον καὶ καθιεῖ αὐτοὺς εἰς νεῖκος, καὶ ὑψωθήσονται.
8 καὶ εἰ πεπεδημένοι ἐν χειροπέδαις συσχεθήσονται ἐν σχοινίοις πενίας,
9 καὶ ἀναγγελεῖ αὐτοῖς τὰ ἔργα αὐτῶν καὶ τὰ παραπτώματα αὐτῶν, ὅτι ἰσχύσουσιν.
10 ἀλλὰ τοῦ δικαίου εἰσακούσεται: καὶ εἶπεν ὅτι ἐπιστραφήσονται ἐξ ἀδικίας.
11 ἐὰν ἀκούσωσιν καὶ δουλεύσωσιν, συντελέσουσιν τὰς ἡμέρας αὐτῶν ἐν ἀγαθοῖς καὶ τὰ ἔτη αὐτῶν ἐν εὐπρεπείαις.
12 ἀσεβεῖς δὲ οὐ διασῴζει παρὰ τὸ μὴ βούλεσθαι εἰδέναι αὐτοὺς τὸν κύριον καὶ διότι νουθετούμενοι ἀνήκοοι ἦσαν.
13 καὶ ὑποκριταὶ καρδίᾳ τάξουσιν θυμόν: οὐ βοήσονται, ὅτι ἔδησεν αὐτούς.
14 ἀποθάνοι τοίνυν ἐν νεότητι ἡ ψυχὴ αὐτῶν, ἡ δὲ ζωὴ αὐτῶν τιτρωσκομένη ὑπὸ ἀγγέλων,
15 ἀνθ' ὧν ἔθλιψαν ἀσθενῆ καὶ ἀδύνατον: κρίμα δὲ πραέων ἐκθήσει.
16 καὶ προσέτι ἠπάτησέν σε ἐκ στόματος ἐχθροῦ: ἄβυσσος, κατάχυσις ὑποκάτω αὐτῆς: καὶ κατέβη τράπεζά σου πλήρης πιότητος.
17 οὐχ ὑστερήσει δὲ ἀπὸ δικαίων κρίμα,
18 θυμὸς δὲ ἐπ' ἀσεβεῖς ἔσται δι' ἀσέβειαν δώρων, ὧν ἐδέχοντο ἐπ' ἀδικίαις.
19 μή σε ἐκκλινάτω ἑκὼν ὁ νοῦς δεήσεως ἐν ἀνάγκῃ ὄντων ἀδυνάτων, καὶ πάντας τοὺς κραταιοῦντας ἰσχύν.
20 μὴ ἐξελκύσῃς τὴν νύκτα τοῦ ἀναβῆναι λαοὺς ἀντ' αὐτῶν:
21 ἀλλὰ φύλαξαι μὴ πράξῃς ἄτοπα: ἐπὶ τοῦτον γὰρ ἐξείλω ἀπὸ πτωχείας.
22 ἰδοὺ ὁ ἰσχυρὸς κραταιώσει ἐν ἰσχύι αὐτοῦ: τίς γάρ ἐστιν κατ' αὐτὸν δυνάστης;
23 τίς δέ ἐστιν ὁ ἐτάζων αὐτοῦ τὰ ἔργα; ἢ τίς ὁ εἴπας Ἔπραξεν ἄδικα;
24 μνήσθητι ὅτι μεγάλα ἐστὶν αὐτοῦ τὰ ἔργα, ὧν ἦρξαν ἄνδρες:
25 πᾶς ἄνθρωπος εἶδεν ἐν ἑαυτῷ, ὅσοι τιτρωσκόμενοί εἰσιν βροτοί.
26 ἰδοὺ ὁ ἰσχυρὸς πολύς, καὶ οὐ γνωσόμεθα: ἀριθμὸς ἐτῶν αὐτοῦ καὶ ἀπέραντος.
27 ἀριθμηταὶ δὲ αὐτῷ σταγόνες ὑετοῦ, καὶ ἐπιχυθήσονται ὑετῷ εἰς νεφέλην:
28 ῥυήσονται παλαιώματα, ἐσκίασεν δὲ νέφη ἐπὶ ἀμυθήτων βροτῶν. ὥραν ἔθετο κτήνεσιν, οἴδασιν δὲ κοίτης τάξιν.
29 ἐπὶ τούτοις πᾶσιν οὐκ ἐξίσταταί σου ἡ διάνοια οὐδὲ διαλλάσσεταί σου ἡ καρδία ἀπὸ σώματος; καὶ ἐὰν συνῇ ἀπεκτάσεις νεφέλης, ἰσότητα σκηνῆς αὐτοῦ,
30 ἰδοὺ ἐκτείνει ἐπ' αὐτὸν ηδω καὶ ῥιζώματα τῆς θαλάσσης ἐκάλυψεν.
31 ἐν γὰρ αὐτοῖς κρινεῖ λαούς, δώσει τροφὴν τῷ ἰσχύοντι.
32 ἐπὶ χειρῶν ἐκάλυψεν φῶς καὶ ἐνετείλατο περὶ αὐτῆς ἐν ἀπαντῶντι:
33 ἀναγγελεῖ περὶ αὐτοῦ φίλον αὐτοῦ: κτῆσις καὶ περὶ ἀδικίας.