28
1 ἔστιν γὰρ ἀργυρίῳ τόπος, ὅθεν γίνεται, τόπος δὲ χρυσίῳ, ὅθεν διηθεῖται.
2 σίδηρος μὲν γὰρ ἐκ γῆς γίνεται, χαλκὸς δὲ ἴσα λίθῳ λατομεῖται.
3 τάξιν ἔθετο σκότει, καὶ πᾶν πέρας αὐτὸς ἐξακριβάζεται: λίθος σκοτία καὶ σκιὰ θανάτου,
4 διακοπὴ χειμάρρου ἀπὸ κονίας: οἱ δὲ ἐπιλανθανόμενοι ὁδὸν δικαίαν ἠσθένησαν ἐκ βροτῶν.
5 γῆ, ἐξ αὐτῆς ἐξελεύσεται ἄρτος, ὑποκάτω αὐτῆς ἐστράφη ὡσεὶ πῦρ.
6 τόπος σαπφείρου οἱ λίθοι αὐτῆς, καὶ χῶμα, χρυσίον αὐτῷ.
7 τρίβος, οὐκ ἔγνω αὐτὴν πετεινόν, καὶ οὐ παρέβλεψεν αὐτὴν ὀφθαλμὸς γυπός:
8 οὐκ ἐπάτησαν αὐτὴν υἱοὶ ἀλαζόνων, οὐ παρῆλθεν ἐπ' αὐτῆς λέων.
9 ἐν ἀκροτόμῳ ἐξέτεινεν χεῖρα αὐτοῦ, κατέστρεψεν δὲ ἐκ ῥιζῶν ὄρη:
10 δίνας δὲ ποταμῶν ἔρρηξεν, πᾶν δὲ ἔντιμον εἶδέν μου ὁ ὀφθαλμός:
11 βάθη δὲ ποταμῶν ἀνεκάλυψεν, ἔδειξεν δὲ ἑαυτοῦ δύναμιν εἰς φῶς.
12 ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶν τῆς ἐπιστήμης;
13 οὐκ οἶδεν βροτὸς ὁδὸν αὐτῆς, οὐδὲ μὴ εὑρεθῇ ἐν ἀνθρώποις.
14 ἄβυσσος εἶπεν Οὐκ ἔστιν ἐν ἐμοί: καὶ θάλασσα εἶπεν Οὐκ ἔστιν μετ' ἐμοῦ.
15 οὐ δώσει συγκλεισμὸν ἀντ' αὐτῆς, καὶ οὐ σταθήσεται ἀργύριον ἀντάλλαγμα αὐτῆς:
16 καὶ οὐ συμβασταχθήσεται χρυσίῳ Ωφιρ, ἐν ὄνυχι τιμίῳ καὶ σαπφείρῳ:
17 οὐκ ἰσωθήσεται αὐτῇ χρυσίον καὶ ὕαλος καὶ τὸ ἄλλαγμα αὐτῆς σκεύη χρυσᾶ:
18 μετέωρα καὶ γαβις οὐ μνησθήσεται, καὶ ἕλκυσον σοφίαν ὑπὲρ τὰ ἐσώτατα:
19 οὐκ ἰσωθήσεται αὐτῇ τοπάζιον Αἰθιοπίας, χρυσίῳ καθαρῷ οὐ συμβασταχθήσεται.
20 ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶν τῆς συνέσεως;
21 λέληθεν πάντα ἄνθρωπον καὶ ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ ἐκρύβη:
22 ἡ ἀπώλεια καὶ ὁ θάνατος εἶπαν Ἀκηκόαμεν δὲ αὐτῆς τὸ κλέος.
23 ὁ θεὸς εὖ συνέστησεν αὐτῆς τὴν ὁδόν, αὐτὸς δὲ οἶδεν τὸν τόπον αὐτῆς:
24 αὐτὸς γὰρ τὴν ὑπ' οὐρανὸν πᾶσαν ἐφορᾷ εἰδὼς τὰ ἐν τῇ γῇ πάντα, ἃ ἐποίησεν,
25 ἀνέμων σταθμὸν ὕδατός τε μέτρα:
26 ὅτε ἐποίησεν οὕτως, ὑετὸν ἠρίθμησεν καὶ ὁδὸν ἐν τινάγματι φωνάς:
27 τότε εἶδεν αὐτὴν καὶ ἐξηγήσατο αὐτήν, ἑτοιμάσας ἐξιχνίασεν.
28 εἶπεν δὲ ἀνθρώπῳ Ἰδοὺ ἡ θεοσέβειά ἐστιν σοφία, τὸ δὲ ἀπέχεσθαι ἀπὸ κακῶν ἐστιν ἐπιστήμη.