25
1 Ὑπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει
2 Τί γὰρ προοίμιον ἢ φόβος παρ' αὐτοῦ, ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψίστῳ;
3 μὴ γάρ τις ὑπολάβοι ὅτι ἔστιν παρέλκυσις πειραταῖς; ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρ' αὐτοῦ;
4 πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι κυρίου; ἢ τίς ἂν ἀποκαθαρίσαι ἑαυτὸν γεννητὸς γυναικός;
5 εἰ σελήνῃ συντάσσει, καὶ οὐκ ἐπιφαύσκει: ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ.
6 ἔα δέ, ἄνθρωπος σαπρία καὶ υἱὸς ἀνθρώπου σκώληξ.