3
Ἀκούσατε τὸν λόγον τοῦτον, ὃν ἐλάλησεν κύριος ἐφ' ὑμᾶς, οἶκος Ισραηλ, καὶ κατὰ πάσης φυλῆς, ἧς ἀνήγαγον ἐκ γῆς Αἰγύπτου, λέγων Πλὴν ὑμᾶς ἔγνων ἐκ πασῶν φυλῶν τῆς γῆς: διὰ τοῦτο ἐκδικήσω ἐφ' ὑμᾶς πάσας τὰς ἁμαρτίας ὑμῶν. εἰ πορεύσονται δύο ἐπὶ τὸ αὐτὸ καθόλου ἐὰν μὴ γνωρίσωσιν ἑαυτούς; εἰ ἐρεύξεται λέων ἐκ τοῦ δρυμοῦ αὐτοῦ θήραν οὐκ ἔχων; εἰ δώσει σκύμνος φωνὴν αὐτοῦ ἐκ τῆς μάνδρας αὐτοῦ καθόλου ἐὰν μὴ ἁρπάσῃ τι; εἰ πεσεῖται ὄρνεον ἐπὶ τὴν γῆν ἄνευ ἰξευτοῦ; εἰ σχασθήσεται παγὶς ἐπὶ τῆς γῆς ἄνευ τοῦ συλλαβεῖν τι; εἰ φωνήσει σάλπιγξ ἐν πόλει καὶ λαὸς οὐ πτοηθήσεται; εἰ ἔσται κακία ἐν πόλει ἣν κύριος οὐκ ἐποίησεν; διότι οὐ μὴ ποιήσῃ κύριος ὁ θεὸς πρᾶγμα, ἐὰν μὴ ἀποκαλύψῃ παιδείαν αὐτοῦ πρὸς τοὺς δούλους αὐτοῦ τοὺς προφήτας. λέων ἐρεύξεται, καὶ τίς οὐ φοβηθήσεται; κύριος ὁ θεὸς ἐλάλησεν, καὶ τίς οὐ προφητεύσει; Ἀπαγγείλατε χώραις ἐν Ἀσσυρίοις καὶ ἐπὶ τὰς χώρας τῆς Αἰγύπτου καὶ εἴπατε Συνάχθητε ἐπὶ τὸ ὄρος Σαμαρείας καὶ ἴδετε θαυμαστὰ πολλὰ ἐν μέσῳ αὐτῆς καὶ τὴν καταδυναστείαν τὴν ἐν αὐτῇ: 10 καὶ οὐκ ἔγνω ἃ ἔσται ἐναντίον αὐτῆς, λέγει κύριος, οἱ θησαυρίζοντες ἀδικίαν καὶ ταλαιπωρίαν ἐν ταῖς χώραις αὐτῶν. 11 διὰ τοῦτο τάδε λέγει κύριος ὁ θεός Τύρος, κυκλόθεν ἡ γῆ σου ἐρημωθήσεται, καὶ κατάξει ἐκ σοῦ ἰσχύν σου, καὶ διαρπαγήσονται αἱ χῶραί σου. 12 τάδε λέγει κύριος Ὃν τρόπον ὅταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στόματος τοῦ λέοντος δύο σκέλη ἢ λοβὸν ὠτίου, οὕτως ἐκσπασθήσονται οἱ υἱοὶ Ισραηλ οἱ κατοικοῦντες ἐν Σαμαρείᾳ κατέναντι φυλῆς καὶ ἐν Δαμασκῷ ἱερεῖς. 13 ἀκούσατε καὶ ἐπιμαρτύρασθε τῷ οἴκῳ Ιακωβ, λέγει κύριος ὁ θεὸς ὁ παντοκράτωρ, 14 διότι ἐν τῇ ἡμέρᾳ, ὅταν ἐκδικῶ ἀσεβείας τοῦ Ισραηλ ἐπ' αὐτόν, καὶ ἐκδικήσω ἐπὶ τὰ θυσιαστήρια Βαιθηλ, καὶ κατασκαφήσεται τὰ κέρατα τοῦ θυσιαστηρίου καὶ πεσοῦνται ἐπὶ τὴν γῆν: 15 συγχεῶ καὶ πατάξω τὸν οἶκον τὸν περίπτερον ἐπὶ τὸν οἶκον τὸν θερινόν, καὶ ἀπολοῦνται οἶκοι ἐλεφάντινοι, καὶ προστεθήσονται οἶκοι ἕτεροι πολλοί, λέγει κύριος.